Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.134 Joseph. AJ 15.139 (English) >>Joseph. AJ 15.144

15.137ποῖον οὖν μεῖζον ἂν γένοιτο ἀσέβημα πρέσβεις ἀποκτεῖναι τοὺς ὑπὲρ τοῦ δικαίου διαλεγομένους; πῶς δʼ ἂν ἔτι δύναιντο περὶ τὸν βίον εὐσταθεῖν περὶ τὸν πόλεμον εὐτυχεῖν τοιούτων αὐτοῖς πεπραγμένων; ἐμοὶ μὲν οὐδαμῶς δοκοῦσιν. 15.138ἴσως τοίνυν τὸ μὲν ὅσιον καὶ δίκαιόν ἐστιν μεθʼ ἡμῶν, ἀνδρειότεροι δὲ πλείους ἐκεῖνοι τετυχήκασιν. ἀλλὰ πρῶτον μὲν ἀνάξιον ὑμῖν ταῦτα λέγειν· μεθʼ ὧν γὰρ τὸ δίκαιόν ἐστιν μετʼ ἐκείνων θεός, θεοῦ δὲ παρόντος καὶ πλῆθος καὶ ἀνδρεία πάρεστιν. 15.139ἵνα δὲ καὶ τὰ καθʼ αὑτοὺς ἐξετάσωμεν, ἐνικήσαμεν τῇ πρώτῃ μάχῃ· συμβαλόντες τὴν δευτέραν οὐδὲ ἀντέσχον ἡμῖν, ἀλλʼ ἔφυγον εὐθὺς οὐχ ὑπομείναντες τὴν ἔφοδον καὶ τὰ φρονήματα· νικῶσιν ἡμῖν Ἀθηνίων ἐπέθετο πόλεμον ἀκήρυκτον ἐπάγων. 15.140πότερον ἀνδραγαθία τοῦτʼ ἔστιν ἐκείνων δευτέρα παρανομία καὶ ἐνέδρα; τί οὖν ἔλαττον φρονοῦμεν ἐφʼ οἷς μείζους ἔχειν δεῖ τὰς ἐλπίδας; πῶς δʼ ἂν καταπλαγείημεν τοὺς ὅταν μὲν ἐξ ἀληθείας ἀγωνίζωνται πάντοτε νικωμένους, ὅταν δὲ κρατεῖν νομισθῶσιν ἐξ ἀδικίας αὐτὸ ποιοῦντας; 15.141πῶς δʼ ἄν, εἰ καὶ γενναίους ἡγεῖταί τις αὐτούς, οὐ παρʼ αὐτὸ τοῦτο καὶ μᾶλλον ὁρμηθείη; τὸ γὰρ εὔψυχον οὐκ ἐν τῷ τοῖς ἀσθενεστέροις ἐπιχειρεῖν, ἀλλʼ ἐν τῷ δύνασθαι καὶ τῶν ἰσχυροτέρων κρατεῖν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.134 Joseph. AJ 15.139 (English) >>Joseph. AJ 15.144

Powered by PhiloLogic